Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.278 Joseph. AJ 8.281 (English) >>Joseph. AJ 8.286

8.280ἀλλʼ οὐδʼ ἥτις ἰσχὺς μυριάδων στρατοῦ μετʼ ἀδικημάτων πολεμοῦντος· ἐν γὰρ μόνῳ τῷ δικαίῳ καὶ πρὸς τὸ θεῖον εὐσεβεῖ τὴν βεβαιοτάτην ἐλπίδα τοῦ κρατεῖν τῶν ἐναντίων ἀποκεῖσθαι συμβέβηκεν, ἥτις ἐστὶ παρʼ ἡμῖν τετηρηκόσιν ἀπʼ ἀρχῆς τὰ νόμιμα καὶ τὸν ἴδιον θεὸν σεβομένοις, ὃν οὐ χεῖρες ἐποίησαν ἐξ ὕλης φθαρτῆς οὐδʼ ἐπίνοια πονηροῦ βασιλέως ἐπὶ τῇ τῶν ὄχλων ἀπάτῃ κατεσκεύασεν, ἀλλʼ ὃς ἔργον ἐστὶν αὑτοῦ καὶ ἀρχὴ καὶ τέλος τῶν ἁπάντων. 8.281συμβουλεύω τοιγαροῦν ὑμῖν ἔτι καὶ νῦν μεταγνῶναι καὶ λαβόντας ἀμείνω λογισμὸν παύσασθαι τοῦ πολεμεῖν καὶ τὰ πάτρια καὶ τὸ προαγαγὸν ὑμᾶς ἐπὶ τοσοῦτον μέγεθος εὐδαιμονίας γνωρίσαι.” 8.282

Ταῦτα μὲν Ἀβίας διελέχθη πρὸς τὸ πλῆθος· ἔτι δὲ αὐτοῦ λέγοντος λάθρα τινὰς τῶν στρατιωτῶν Ἱεροβόαμος ἔπεμψε περικυκλωσομένους τὸν Ἀβίαν ἔκ τινων οὐ φανερῶν τοῦ στρατοπέδου μερῶν. μέσου δʼ αὐτοῦ περιληφθέντος τῶν πολεμίων μὲν στρατιὰ κατέδεισε καὶ ταῖς ψυχαῖς ἀνέπεσεν, δʼ Ἀβίας παρεθάρρυνε καὶ τὰς ἐλπίδας ἔχειν ἐν τῷ θεῷ παρεκάλει· τοῦτον γὰρ οὐ κεκυκλῶσθαι πρὸς τῶν πολεμίων. 8.283οἱ δὲ ὁμοῦ πάντες ἐπικαλεσάμενοι τὴν παρὰ τοῦ θεοῦ συμμαχίαν τῶν ἱερέων τῇ σάλπιγγι σημανάντων ἀλαλάξαντες ἐχώρησαν ἐπὶ τοὺς πολεμίους· καὶ τῶν μὲν ἔθραυσε τὰ φρονήματα καὶ τὰς ἀκμὰς αὐτῶν ἐξέλυσεν θεός, τὴν δὲ Ἀβία στρατιὰν ὑπερτέραν ἐποίησεν·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.278 Joseph. AJ 8.281 (English) >>Joseph. AJ 8.286

Powered by PhiloLogic